Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.16 Dem. 27.19 (English) >>Dem. 27.21

27.17ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.Μαρτυρίαι

τὴν μὲν τοίνυν προῖκα τοῦτον τὸν τρόπον ἔχει λαβών. μὴ γήμαντος δʼ αὐτοῦ τὴν μητέρα τὴν ἐμήν, μὲν νόμος κελεύει τὴν προῖκʼ ὀφείλειν ἐπʼ ἐννέʼ ὀβολοῖς, ἐγὼ δʼ ἐπὶ δραχμῇ μόνον τίθημι. γίγνεται δʼ, ἐάν τις συντιθῇ τό τʼ ἀρχαῖον καὶ τὸ ἔργον τῶν δέκʼ ἐτῶν, μάλιστα τρία τάλαντα. 27.18καὶ ταῦτα μὲν οὕτως ὑμῖν ἐπιδείκνυμι λαβόντα καὶ ἔχειν ὁμολογήσαντα μαρτύρων ἐναντίον τοσούτων· ἄλλας τοίνυν ἔχει τριάκοντα μνᾶς, τοῦ ἐργαστηρίου λαβὼν τὴν πρόσοδον, καὶ ἀναισχυντότατʼ ἀνθρώπων ἀποστερεῖν ἐπικεχείρηκεν. ἐμοὶ δʼ πατὴρ κατέλιπεν τριάκοντα μνᾶς ἀπʼ αὐτῶν τὴν πρόσοδον· ἀποδομένων δὲ τούτων τὰ ἡμίσεα τῶν ἀνδραπόδων, πεντεκαίδεκά μοι μνᾶς γίγνεσθαι κατὰ λόγον προσῆκε. 27.19Θηριππίδης μὲν οὖν ἕπτʼ ἔτη τῶν ἀνδραπόδων ἐπιμεληθεὶς ἕνδεκα μνᾶς τοῦ ἐνιαυτοῦ ἀπέφηνε, τέτταρσι μναῖς καθʼ ἕκαστον ἐνιαυτὸν ἔλαττον ὅσον προσῆκε λογιζόμενος. οὗτος δὲ δύʼ ἔτη τὰ πρῶτʼ ἐπιμεληθεὶς οὐδʼ ὁτιοῦν ἀποδείκνυσιν, ἀλλʼ ἐνίοτε μέν φησιν ἀργῆσαι τὸ ἐργαστήριον, ἐνίοτε δʼ ὡς αὐτὸς μὲν οὐκ ἐπεμελήθη τούτων, δʼ ἐπίτροπος Μιλύας, ἀπελεύθερος ἡμέτερος, διῴκησεν αὐτά, καὶ παρʼ ἐκείνου μοι προσήκει λόγον λαβεῖν. ἂν οὖν καὶ νῦν εἴπῃ τινὰ τούτων τῶν λόγων, ῥᾳδίως ἐξελεγχθήσεται ψευδόμενος.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.16 Dem. 27.19 (English) >>Dem. 27.21

Powered by PhiloLogic